Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/394

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

Πιερίην μὲν πρῶτον ἀπ᾽ Οὐλύμποιο κατῆλθες·
Λέκτον τ᾽ ἠμαθοέντα παρέστιχες ἠδ᾽ Ἐνιῆνας
[1]
καὶ διὰ Περραιβούς· τάχα δ᾽ εἰς Ἰαωλκὸν ἵκανες,
Κηναίου τ᾽ ἐπέβης ναυσικλειτῆς Εὐβοίης.
στῆς δ᾽ ἐπὶ Ληλάντῳ πεδίῳ· τό τοι οὐχ ἅδε θυμῷ 220
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
ἔνθεν δ᾽ Εὔριπον διαβάς, ἑκατηβόλ᾽ Ἄπολλον,
βῆς ἄν᾽ ὄρος ζάθεον, χλωρόν· τάχα δ᾽ ἷξες ἀπ᾽ αὐτοῦ
ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.
Θήβης δ᾽ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ· 225
οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,
οὐδ᾽ ἄρα πω τότε γ᾽ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι
Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλ᾽ ἔχεν ὕλη.
 Ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ᾽ Ἄπολλον,
Ὀγχηστὸν δ᾽ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος· 230
ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ
ἕλκων ἅρματα καλά· χαμαὶ δ᾽ ἐλατὴρ ἀγαθός περ
ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἳ δὲ τέως μὲν
κείν᾽ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες.
εἰ δέ κεν ἅρματ᾽ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι, 235
ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν·
ὣς γὰρ τὰ πρώτισθ᾽ ὁσίη γένεθ᾽· οἳ δὲ ἄνακτι
εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.
 Ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ᾽ Ἄπολλον·
Κηφισσὸν δ᾽ ἄρ᾽ ἔπειτα κιχήσαο καλλιρέεθρον, 240
ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ.
τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον
ἔνθεν ἄρ᾽ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.
 Βῆς δ᾽ ἐπὶ Τελφούσης· τόθι τοι ἅδε χῶρος ἀπήμων
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα· 245
στῆς δὲ μάλ᾽ ἄγχ᾽ αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες·

  1. MaLthiae : Ἀγνιήνας, M.
340