Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/422

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

φόρμιγγα γλαφυρήν· ὃ δ᾽ ἄρα κρειῶν ἐρατίζων
ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο 65
ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες
φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.
 Ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε
αὐτοῖσίν θ᾽ ἵπποισι καὶ ἅρμασιν· αὐτὰρ ἄρ᾽ Ἑρμῆς
Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα, 70
ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον
βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς.
τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης,
πεντήκοντ᾽ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.
πλανοδίας δ᾽ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον 75
ἴχνι᾽ ἀποστρέψας· δολίης δ᾽ οὐ λήθετο τέχνης
ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν,
τὰς δ᾽ ὄπιθεν πρόσθεν· κατὰ δ᾽ ἔμπαλιν αὐτὸς ἔβαινε.
σάνδαλα δ᾽ αὐτίκα ῥιψὶν
[1] ἐπὶ ψαμάθοις ἁλίῃσιν,
ἄφραστ᾽ ἠδ᾽ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα, 80
συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.
τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης
ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα
αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης
ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων,
[2] 85
οἷά τ᾽ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.†
 Τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν
ἱέμενον πεδίονδε δι᾽ Ὀγχηστὸν λεχεποίην·

  1. Postgate: ἔριψεν, MSS.
  2. Windisch: ἀλεείνων, MSS.
368