Ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο, 115
τόφρα δ᾽ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε
δοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή.
ἀμφοτέρας δ᾽ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας·
ἀγκλίνων [ 1] δ᾽ ἐκύλινδε δι᾽ αἰῶνας τετορήσας.
ἔργῳ δ᾽ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ· 120
ὤπτα δ᾽ ἀμφ᾽ ὀβελοῖσι πεπαρμένα δουρατέοισι
σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα
ἐργμένον ἐν χολάδεσσι· τὰ δ᾽ αὐτοῦ κεῖτ᾽ ἐπὶ χώρης·
ῥινοὺς δ᾽ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,
ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι, 125
δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα
Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα
λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας
κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.
ἔνθ᾽ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς· 130
ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα
ἡδεῖ᾽· ἀλλ᾽ οὐδ᾽ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ,
καί τε μάλ᾽ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς.
ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον,
δημὸν καὶ κρέα πολλά, μετήορα δ᾽ αἶψ᾽ ἀνάειρε, 135
σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκαν᾽ ἀγείρας [ 2]
οὐλόποδ᾽, οὐλοκάρηνα πυρὸς κατεδάμνατ᾽ ἀυτμῇ.
p372n1
The cows being on their sides on the ground, Hermes
bends their heads back towards their flanks and so can reach
their backbones.
p372n2
O. Müller thinks the "hides" were a stalactite formation
in the "Cave of Nestor" near Messenian Pylos,—though
the cave of Hermes is near the Alpheus (I. 139). Others
↑ Gemoll: ἐγκλίνων , MSS.
↑ Ilgen: ἀείρας , MSS.
372