Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/474

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

ἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ·
ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων 200
αἰεὶ ἀφ᾽ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε.
 Ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς
ἥρπασε ὃν διὰ κάλλος, ἵν᾽ ἀθανάτοισι μετείη
καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,
θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι, 205
χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν.
Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει,
ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα·
τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα
καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα, 210
ἵππους ἀρσίποδας, τοί τ᾽ ἀθανάτους φορέουσι.
τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα
Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,
ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.
αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γ᾽ ἔκλυεν ἀγγελιάων, 215
οὐκέτ᾽ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,
γηθόσυνος δ᾽ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.
 Ὣς δ᾽ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς,
ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι.
βῆ δ᾽ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα, 220
ἀθάνατόν τ᾽ εἶναι καὶ ζώειν ἤματα πάντα·
τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.
νηπίη, οὐδ᾽ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς
ἥβην αἰτῆσαι ξῦσαί τ᾽ ἄπο γῆρας ὀλοιόν.
τὸν δ᾽ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη, 225
Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ

420