θυμοῦ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μ᾽ ἐρέθῃσι
φυλόπιδος κρυερῆς ἐπιβαινέμεν· ἀλλὰ σὺ θάρσος 15
δός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς
δυσμενέων προφυγόντα μόθον Κῆράς τε βιαίους.
Ἄρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο.
παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος,
ἥθ᾽ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος
ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει
ἐς Κλάρον ἀμπελόεσσαν, ὅθ᾽ ἀργυρότοξος Ἀπόλλων
ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν. 6
Καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ᾽ ἅμα πᾶσαι ἀοιδῇ·
αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομ᾽ ἀείδειν,
σεῦ δ᾽ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
Κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι
μείλιχα δῶρα δίδωσιν, ἐφ᾽ ἱμερτῷ δὲ προσώπῳ
αἰεὶ μειδιάει καὶ ἐφ᾽ ἱμερτὸν θέει ἄνθος.
Χαῖρε, θεά, Σαλαμῖνος[1] ἐυκτιμένης μεδέουσα
εἰναλίης τε Κύπρου· δὸς δ᾽ ἱμερόεσσαν ἀοιδήν. 5
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
|