Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/490

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

XI

ΕΙΣ ΑΘΗΝΑΝ


 Παλλάδ᾽ Ἀθηναίην ἐρυσίπτολιν ἄρχομ᾽ ἀείδειν,
δεινήν, ᾗ σὺν Ἄρηι μέλει πολεμήια ἔργα
περθόμεναί τε πόληες ἀϋτή τε πτόλεμοί τε,
καί τ᾽ ἐρρύσατο λαὸν ἰόντα τε νισσόμενόν τε.
 Χαῖρε, θεά, δὸς δ᾽ ἄμμι τύχην εὐδαιμονίην τε. 5


XII

ΕΙΣ ΗΡΑΝ


 Ἥρην ἀείδω χρυσόθρονον, ἣν τέκε Ῥείη,
ἀθανάτων
[1] βασίλειαν, ὑπείροχον εἶδος ἔχουσαν,
Ζηνὸς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε,
κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπον
ἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνῳ. 5


XIII

ΕΙΣ ΔΗΜΗΤΡΑΝ


 Δημήτηρ᾽ ἠύκομον, σεμνὴν θεάν, ἄρχομ᾽ ἀείδειν,
αὐτὴν καὶ κούρην, περικαλλέα Περσεφόνειαν.
 Χαῖρε, θεά, καὶ τήνδε σάου πόλιν· ἄρχε δ᾽ ἀοιδῆς.

  1. Matthiae : ἀθανάτην, MSS.
436