Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/496

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην·
λάνθανε δ᾽ ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους.
 Καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ· 10
σεῦ δ᾽ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
[χαῖρ᾽, Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων.[1]]


XIX

ΕΙΣ ΠΑΝΑ


 Ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα,
αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ᾽ ἀνὰ πίση
δενδρήεντ᾽ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις,
αἵ τε κατ᾽ αἰγίλιπος πέτρης στείβουσι κάρηνα
Πᾶν᾽ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον,  5
αὐχμήενθ᾽, ὃς πάντα λόφον νιφόεντα λέλογχε
καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα.
φοιτᾷ δ᾽ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά,
ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν,
ἄλλοτε δ᾽ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ, 10
ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.
πολλάκι δ᾽ ἀργινόεντα διέδραμεν οὔρεα μακρά,
πολλάκι δ᾽ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων,
ὀξέα δερκόμενος· τότε δ᾽ ἕσπερος ἔκλαγεν οἶον
ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων 15
νήδυμον· οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν
ὄρνις, ἥτ᾽ ἔαρος πολυανθέος ἐν πετάλοισι
θρῆνον ἐπιπροχέουσ᾽ ἀχέει
[2] μελίγηρυν ἀοιδήν.
σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι

  1. This line appears to be an alternative to II. 10-11.
  2. Ilgen : ἐπιπροχέουσα χέει, MSS.
442