Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/544

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

περὶ κάλλους ἐνίστησιν Ἁθηνᾷ, Ἥρᾳ καὶ
Ἀφροδίτῃ, αἳ πρὸς Ἀλέξανδρον ἐν Ἴδῃ κατὰ Διὸς
προσταγὴν ὑφ᾿ Ἑρμοῦ πρὸς τὴν κρίσιν ἄγονται·
καὶ προκρίνει τὴν Ἀφροδίτην ἐπαρθεὶς τοῖς
Ἑλένης γάμοις Ἀλέξανδρος.
 Ἔπειτα δὲ Ἀφροδίτης ὑποθεμένης, ναυπηγεῖται,
καὶ Ἕλενος περὶ τῶν μελλόντων αὐτῷ
προθεσπίζει. καὶ Ἀφροδίτη Αἰνείαν συμπλεῖν αὐτῷ
κελεύει. καὶ Κασσάνδρα περὶ τῶν μελλόντων
προδηλοῖ. ἐπιβὰς δὲ τῇ Λακεδαιμονίᾳ Ἀλέξανδρος
ξενίζεται παρὰ τοῖς Τυνδαρίδαις, καὶ μετὰ ταῦτα
ἐν τῇ Σπάρτῃ παρὰ Μενελάῳ· καὶ Ἑλένῃ παρὰ
τὴν εὐωχίαν δίδωσι δῶρα ὁ Ἀλέξανδρος.
 Καὶ μετὰ ταῦτα Μενέλαος εἰς Κρήτην ἐκπλεῖ,
κελεύσας τὴν Ἑλένην τοῖς ξένοις τὰ ἐπιτήδεια
παρέχειν, ἕως ἂν ἀπαλλαγῶσιν. ἐν τούτῳ δὲ
Ἀφροδίτη συνάγει τὴν Ἑλένην τῷ Ἀλεξάνδρῳ.
καὶ μετὰ τὴν μίξιν τὰ πλεῖστα κτήματα
ἐνθέμενοι νυκτὸς ἀποπλέουσι. χειμῶνα δὲ αὐτοῖς
ἐφίστησιν Ἥρα. καὶ προσενεχθεὶς Σιδῶνι ὁ
Ἀλέξανδρος αἱρεῖ τὴν πόλιν. καὶ ἀποπλεύσας
εἰς Ἴλιον γάμους τής Ἑλένης ἐπετέλεσεν.
 Ἐν τούτῳ δὲ Κάστωρ μετὰ Πολυδεύκους τὰς
Ἴδα καὶ Λυγκέως βοῦς ὑφαιρούμενοι ἐφωράθησαν,
καὶ Κάστωρ μὲν ὑπὸ Πολυδεύκους· καὶ
Ζεὺς αὐτοῖς ἑτερήμερον νέμει τὴν ἀθανασίαν.
 Καὶ μετὰ ταῦτα Ἶρις ἀναγγέλλει τῷ Μενελάῳ
τὰ γεγονότα κατὰ τὸν οἶκον. ὁ δὲ παραγενόμενος
περὶ τῆς ἐπ᾽ Ἴλιον στρατείας βουλεύεται μετὰ
τοῦ ἀδελφοῦ, πρὸς Νέστορα παραγίνεται

490