Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/546

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

Μενέλαος· Νέστωρ δὲ ἐν παρεκβάσει διηγεῖται
αὐτῶ ὡς Ἐπωπεὺς φθείρας τὴν Λύκου θυγατέρα
ἐξεπορθήθη, καὶ τὰ περὶ Οἰδίπουν καὶ τὴν
Ἡρακλέους μανίαν καὶ τὰ περὶ Θησέα καὶ
Ἀριάδνην· ἔπειτα τοὺς ἡγεμόνας ἀθροίζουσιν
ἐπελθόντε̈ς τὴν Ἑλλάδα· καὶ μαίνεσθαι
προσποιησάμενον τὸν Ὀδϋσσέα ἐπὶ τῶ μὴ θέλειν
συνστρατεύεσθαι ἐφώρασαν, Παλαμήδους
ὑποθεμένου τὸν υἱὸν Τηλέμαχον ἐπὶ κόλασιν
ἐξαρπάσαντες.
 Καὶ μετα ταῦτα συνελθόντες εἰς Αὐλίδα
θύουσι· καὶ τὰ περὶ τὸν δράκοντα καὶ τοὺς
στρουθοὺς γενόμενα δείκνυται, καὶ Κάλχας περὶ
τῶν ἀποβησομένων προλέγει αὐτοῖς. ἔπειτα
ἀναχθέντες Τευθρανία προσίσχουσι· καὶ ταύτην ὡς
Ἴ̈λιον ἐπόρθουν· Τήλεφος δὲ ἐκβοηθείας
Θέρσανδρόν τε τὸν Πολυνείκους κτείνει καὶ
αὐτὸς ὑπὸ Ἀχϊλλέως τιτρώσκεται· ἀποπλέουσι
δὲ αὐτοῖς ἐκ τῆς Μϋσίας χειμὼν ἐπιπίπτει καὶ
διασκεδάννυνται· Ἀχϊλλεὺς δὲ Σκύρῶ προσσχὼν
γαμεῖ τὴν Λυκομήδους θυγατέρα Δηϊδάμειαν·
ἔπειτα Τήλεφον μαντείαν παραγενόμενον
εἰς Ἄργος ἰ̈ᾶται Ἀχϊλλεὺς ὡς ἡγεμόνα
γενησόμενον τοῦτ’ ἐπ' Ἴλιον πλοῦ.
 Καὶ τὸ δεύτερον ἠθροισμένου τοῦ στόλου ἐν
Αὐλίδι· Ἀγαμέμνων ἐπὶ θήρας βαλὼν ἔλαφον,
ὑπερβάλλειν ἔφησε καὶ τὴν Ἄρτεμιν. μῃνίσασα
δὲ ἡ θεὸς, ἐπέσχεν αὐτοὺς τοῦ πλοῦ, χειμῶνας
ἐπιπέμπουσα. Κάλχαντος δὲ εἰπόντος τὴν τῆς
θεοῦ μῆνιν καὶ Ἰφιγένειαν κελεύσαντος θύειν τῇ
Ἀρτέμιδι, ὡς ἐπὶ γάμον αὐτὴ Ἀχϊλλεῖ

492