Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/552

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

Στασῖνος ... λέγει δʼ οὖν ὅστις ἐστιν ὁ ποιήσας
αὐτὰ ἐν τῷ α΄ οὑτωσί·
  εἵματα μὲν χροῒ ἕστο τά οἱ Χάριτές τε καὶ Ὧραι
 ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν,
 οἷα φοροῦσʼ Ὧραι, ἔν τε κρόκῳ ἔν θʼ ὑακίνθῳ
 ἔν τε ἴῳ θαλέθοντι ῥόδου τʼ ἐνὶ ἄνθει καλῷ,
 ἡδέι νεκταρέῳ ἔν τʼ ἀμβροσίαις καλύκεσσι 5
 ἄνθεσι ναρκίσσου καὶ λειρίου· τοῖʼ
[1] Ἀφροδίτη
 ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο.
   *     *     *     *
 ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομειδὴς Ἀφροδίτη
 πλεξάμεναι στεφάνους εὐώδεας, ἄνθεα γαίης,
 ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι 10
 Νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη,
 καλὸν ἀείδουσαι κατʼ ὄρος πολυπιδάκου Ἴδης.

7.

Clement of Alexandria, Protrept ii. 30. 5.
Κάστωρ μὲν θνητός, θανάτου δέ οἱ αἶσα πέπρωται
αὐτὰρ ὅ γʼ ἀθάνατος Πολυδεύκης, ὄζος Ἄρηος

8.

Athenaeus, viii. 334 B.
 τοὺς δὲ μετὰ τριτάτην Ἑλένην τέκε, θαῦμα βροτοῖσι·
τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα
Ζηνὶ θεῶν βασιλῆϊ τέκεν κρατερῆς ὑπʼ ἀνάγκης·
φεῦγε γὰρ, οὐδʼ ἔθελεν μιχθήμεναι ἐν φιλότητι
πατρὶ Διὶ Κρονίωνι· ἐτείρετο γὰρ φρένας αἰδοῖ
καὶ νεμέσει· κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ

  1. Meineke : καλλιρρόου δʼ οἷʼ, MS.
498