Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/562

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

Πάριδος ἀναιρεῖται καὶ Ἀπόλλωνος. καὶ περὶ
τοῦ πτώματος γενομένης ἰσχυρᾶς μάχης Αἴας
ἀνελόμενος ἐπὶ τὰς ναῦς κομίζειν, Ὀδυσσέως
ἀπομαχομένου τοῖς Τρωσίν. ἔπειτα Ἀντίλοχόν
τε θάπτουσι καὶ τὸν νεκρὸν τοῦ Ἀχιλλέως
προτίθενται. καὶ Θέτις ἀφικομένη σὺν Μούσαις καὶ
ταῖς ἀδελφαῖς θρηνεῖ τὸν παῖδα· καὶ μετὰ ταῦτα
ἐκ τῆς πυρᾶς ἡ Θέτις ἀναρπάσασα τὸν παῖδα εἰς
τήν Λευκήν Νῆσον διακομίζει. οἱ δὲ Ἀχαιοὶ τὸν
τάφον χώσαντες ἀγῶνα τιθέασιν, καὶ περὶ τῶν
Ἀχιλλέως ὅπλων Ὀδυσσεῖ καὶ Αἴαντι στάσις
ἐμπίπτει.

2.

Schol. on Il. xxiv. 804. τινὲς γράφουσιν·
ὣς οἵ γ᾿ ἀμφίεπον τάφον Ἕκτορος. ἦλθε δ᾿ Ἀμαζών,
Ἄρηος θυγάτηρ μεγαλήτορος ἀνδροφόνοιο.

3.

Schol. on Pindar, Isth. iii. 53. ὁ γὰρ τὴν Ἀιθιοπίδα
γράφων περὶ τὸν ὄρθρον φησὶ τὸν Αἴαντα
ἑαυτὸν ἀνελεῖν.


ΙΛΙΑΣ ΜΙΚΡΑ

1.

Ἑξῆς δ' ἐστὶν Ἰλιάδος μικρᾶς βιβλία τέσσαρα
Λέσχεω Μυτιληναίου περιέχοντα τάδε· ἡ τῶν
ὅπλων κρίσις γίνεται καὶ Ὀδυσσεὺς κατὰ βούλησιν
Ἀθηνᾶς λαμβάνει. Αἴας δ᾿ ἐμμανὴς γενόμενος
τήν τε λείαν τῶν Ἀχαιῶν λυμαίνεται καὶ
ἑαυτὸν ἀναιρεῖ. μετὰ ταῦτα Ὀδυσσεὺς λοχήσας

508