Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/572

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

Εὐρυπύλου τοῦ Εὐαίμονός φησι· τοῦ Ἀγήνορος
δὲ κατὰ τὸν αὐτὸν ποιητὴν Νεοπτόλεμος αὐτόχειρ
ἐστί.

13.

  Aristoph. Lysistr. 155 and Schol.
ὁ γῶν Μενέλαος τᾱς Ἑλένας τ μᾶλά πα
 γυμνᾶς παραυιδὼν ἐξέβαλ᾿, οἰῶ, τὸ ξίφος.
... τὰ δ᾿ αὐτὰ καὶ Λέσχης ό Πυρραῖος ἐν τῇ
μικρᾷ Ἰλιάδι.

Pausanias x. 25. 8. Λέσχεως δὲ εἰς τὴν Αἴθραν
ἐποίησεν ἡνίκα ἡλίσκετο Ἴλιον ὑπεξελθοῦσαν εἰς
τὸ στρατόπεδον αὐτὴν ἀφικέσθαι τὸ Ἑλλήνων
καὶ ὑπὸ τῶν παίδων γνωρισθῆναι τῶν Θησέως, καὶ
ὡς παρ' Ἀγαμέμνονος αἰτήσαι Δημοφῶν αὐτήν.
ὁ δὲ ἐκείνῳ μὲν ἐθέλειν χαρίζεσθαι, ποιήσειν δὲ οὐ
πρότερον ἔφη πρὶν Ἑλένην πεῖσαι· ἀποστείλαντι
δὲ αὐτῷ κήρυκα ἔδωκεν Ἑλένη τὴν χάριν.

14.

Schol. Lycophr. Alex. 1268.
αὐτὰρ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός
Ἑκτορέην ἄλοχον κάταγεν κοίλας ἐπὶ νῆας·
παῖδα δ᾿ ἑλὼν ἐκ κόλπου ἐϋπλοκάμοιο τιθήνης
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ πύργου· τὸν δὲ πεσόντα
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
ἐκ δ᾿ ἕλεν Ἀνδρομάχην, ἠύζωνον παράκοιτιν
Ἕκτορος, ἥντε οἱ αὐτῷ ἀριστῆες Παναχαιῶν
δῶκαν ἔχειν ἐπίηρον ἀμειβόμενοι γέρας ἀνδρί,
αὐτόν τ᾿ Ἀγχίσαο κλυτὸν γόνον ἱπποδάμοιο
Αἰνείαν ἐν νηυσὶν ἐβήσατο ποντοπόροισιν
ἐκ πάντων Δαναῶν ἀγέμεν γέρας ἔξοχον ἄλλων.

518