Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/578

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

5.

Eustathius on Iliad xiii. 515. ἔνιοι δέ φησιν ὡς
οὐδὲ ἐπὶ πάντας τοὺς ἰατροὺς ὁ ἔπαινος οὗτος
ἐστι κοινός, ἀλλὰ ἐπὶ τὸν Μαχάονα, ὃ μόνον
χειρουργεῖν τινες λέγουσι· τὸν γὰρ Ποδαλείριον
διαιτᾶσθαι νόσους ... τοῦτο ἔοικε καὶ Ἀρκτῖνος
ἐν Ἰλίου Πορθήσει νομίζειν ἐν οἷς φησι
 αὐτὸς γάρ σφιν ἔδωκε πατὴρ κλυτὸς Ἐννοσίγαιος
 ἀμφοτέροις, ἕτερον δ᾿ ἑτέρου κυδίον᾿ ἔθηκε·
 τῷ μὲν κουφοτέρας χεῖρας πόρεν, ἔκ τε βέλεμνα
 σαρκὸς ἑλεῖν τμῆξαί τε καὶ ἕλκεα πάντ' ἀκέσασθαι,
 τῷ δ' ἄρ' ἀκριβέα πάντα ἐνὶ στήθεσσιν ἔθηκεν,
 ἄσκοπά τε γνῶναι καὶ ἀναλθέα ἰάσασθαι·
 ὅς ῥα καὶ Αἴαντος πρῶτος μάθε χωομένοιο
 ὄμματά τ' ἀστράπτοντα βαρυνόμενόν τε νόημα.

6.

Diomedes in Gramm. Lat. i. 477. ὁ Ἴαμβος
ἐξ ὀλίγου διαβὰς προφόρῳ ποδί, ὄφρ᾿ οἱ γυῖα
τεινόμενα ῥώοιτο καὶ εὐσθενὲς εἶδος ἔχῃσι.


ΝΟΣΤΟΙ

1.

Proclus, Chrestomathy. Συνάπτει δὲ τούτοις τὰ
τῶν Νόστων βιβλία ε΄ Ἀγίου Τροιζηνίου περιέχοντα
τάδε. Ἀθηνᾶ Ἀγαμέμνονα καὶ Μενέλαον
εἰς ἔριν καθίστησι περὶ τοῦ ἔκπλου. Ἀγαμέμνων
μὲν οὖν τὸν τῆς Ἀθηνᾶς ἐξιλασόμενος χόλον
ἐπιμένει· Διομήδης δὲ καὶ Νέστωρ ἀναχθέντες

524