εἰς τὴν οἰκείαν διασῴζονται· μεθ᾽ οὓς ἐκπλεύσας
ὁ Μενέλαος, μετὰ πέντε νεῶν εἰς Αἴγυπτον παραγίνεται,
τῶν λοιπῶν διαφθαρεισῶν νεῶν ἐν τῷ
πελάγει. οἱ δὲ περὶ Κάλχαντα καὶ Λεοντέα καὶ
Πολυποίτην πεζῇ πορευθέντες εἰς Κολοφῶνα,
Τειρεσίαν ἐνταῦθα τελευτήσαντα θάπτουσι. τῶν δὲ
περὶ τὸν Ἀγαμέμνονα ἀποπλεόντων Ἀχιλλέως
εἴδωλον ἐπιφανὲν πειρᾶται διακωλύειν προλέγον
τὰ συμβησόμενα. εἶθ᾽ ὁ περὶ τὰς Καφηρίδας
πέτρας δηλοῦται χειμὼν καὶ ἡ Αἴαντος φθορὰ
τοῦ Λοκροῦ. Νεοπτόλεμος δὲ Θέτιδος ὑποθεμένης
πεζῇ ποιεῖται τὴν πορείαν, καὶ παραγενόμενος εἰς
Θρᾴκην Ὀδυσσέα καταλαμβάνει ἐν τῇ Μαρωνείᾳ,
καὶ τὸ λοιπὸν ἀνύει τῆς ὁδοῦ, καὶ τελευτήσαντα
Φοίνικα θάπτει· αὐτὸς δὲ εἰς Μολοσσοὺς ἀφικόμενος
ἀναγνωρίζεται Πηλεῖ. ἔπειτα Ἀγαμέμνονος
ὑπὸ Αἰγίσθου καὶ Κλυταιμήστρας ἀναιρεθέντος
ὑπ᾽ Ὀρέστου καὶ Πυλάδου τιμωρία, καὶ Μενελάου
εἰς τὴν οἰκείαν ἀνακομιδή.
Pausanias, i. 2. Ἡρακλέα Θεμίσκυραν
πολιορκοῦντα τὴν ἐπὶ Θερμώδοντι ἑλεῖν μὴ δύνασθαι,
Θησέως δὲ ἐρασθεῖσαν Ἀντιόπην—στρατεῦσαι
γὰρ ἅμα Ἡρακλεῖ καὶ Θησέα—παραδοῦναι τὸ
χωρίον. τάδε μὲν Ἡγίας πεποίηκεν·