Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/614

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

BATTLE OF FROGS AND MICE

ὥρμησεν δ’ ἄρ’ ἐπ’ αὐτόν· ὁ δ’ ὡς ἴδεν, οὐχ ὑπέμεινεν
ἥρωας κρατερόφρον’, ἔδυ δ’ ἐν βένθεσι λίμνης.
 Ἦν δέ τις ἐν μύεσιν Μεριδάρπαξ, ἔξοχος ἄλλων,  260
Κναίσωνος[1] φίλος υἱὸς ἀμύμονος Ἀρτεπιβούλου·
οἴκαδ’ ἰὼν πολέμοιο μετασχεῖν παῖδ’ ἐκέλευεν
αὐτὸς δ’ ἑστήκει γαυρούμενος ὡς κατὰ λίμνην.
οὗτος ἀναρπάξαι βατράχων γενεὴν ἐπαπείλει,[2]
καὶ ῥήξας καρύον μέσσην ῥάχιν εἰς δύο μοίρας 265
φράγδην ἀμφοτέροισιν ἐν ὢμοις χεῖρας ἔθηκεν·
οἱ δὲ τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην.
καί νύ κεν ἐξετέλεσσεν, ἐπεὶ μέγα οἱ σθένος ἦεν,
εἰ μὴ ἄρ’ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
καὶ τότ’ ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων·
κινήσας δὲ κάρη τοίην ἐφθέγξατο φωνήν· 271
 Ὢ πόποι, ἦ μέγα ἔργον ἐν ὀφθαλμοῖσιν ὁρῶμαι·
οὐ μικρὸν ἐκπλήσσει Μεριδάρπαξ, ὃς κατὰ λίμνην
ἅρπαξ ἐν βατράχοισιν ἀμείβεται· ἀλλὰ τάχιστα
Παλλάδα πέμψωμεν πολεμόκλονον, ἢ καὶ Ἄρηα, 275
οἵ μιν ἐπισχήσουσι μάχης κρατερόν περ ἐόντα.
 Ὣς ἄρ’ ἔφη Κρονίδης· Ἥρην δ’ ἀπαμείβετο μῦθον·
οὔτ’ ἄρ’ Ἀθηναίης. Κρονίδη, σθένος, οὔτε Ἄρηος
ἰσχύσει βατράχοισιν ἀρηγέμεν αἰπὺν ὄλεθρον.
ἀλλ’ ἄγε πάντες ἴωμεν ἀρηγόνες· ἢ τὸ σὸν ὅπλον 280
κινείσθω μέγα Τιτανοκτόνον ὀβριμοεργὸν,
ᾦ ποτε καὶ Καπανῆα κατέκτανες ὄβριμον ἄνδρα
καὶ μέγαν Ἐγκελάδον καὶ ἄγρια φῦλα Γιγάντων,
κινείσθω· οὕτω γὰρ ἁλώσεται ὅστις ἄριστος.

  1. Κρείωνος, Baumeister.
  2. This may be a parody of Orion's threat in Hesiod, Astronomy, frag. 4.
560