Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/86

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

ἔργα κομίζεσθαι Δημήτερος· ὥς τοι ἕκαστα
ὥρι᾽ ἀέξηται, μή πως τὰ μέταζε
[1] χατίζων
πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς. 395
ὡς καὶ νῦν ἐπ᾽ ἔμ᾽ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω
οὐδ᾽ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,
ἔργα, τά τ᾽ ἀνθρώποισι θεοὶ διετεκμήραντο,
μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων
ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δ᾽ ἀμελῶσιν. 400
δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δ᾽ ἔτι λυπῇς,
χρῆμα μὲν οὐ πρήξεις, σὺ δ᾽ ἐτώσια πόλλ᾽ ἀγορεύσεις·
ἀχρεῖος δ᾽ ἔσται ἐπέων νομός. ἀλλά σ᾽ ἄνωγα
φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τ᾽ ἀλεωρήν.
 Οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τ᾽ ἀροτῆρα,  405
κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,
χρήματα δ᾽ ἐν οἴκῳ πάντ᾽ ἄρμενα ποιήσασθαι,
μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δ᾽ ἀρνῆται, σὺ δὲ τητᾷ,
ἡ δ᾽ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.
μηδ᾽ ἀναβάλλεσθαι ἔς τ᾽ αὔριον ἔς τε ἔνηφιν· 410
οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν
οὐδ᾽ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει·
αἰεὶ δ᾽ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
 Ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο
καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος 415
Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς
πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ
βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων
ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·
τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ 420

  1. Herodian : μεταξὺ, MSS.
32