Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/94

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

ἐλπὶς δ᾽ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, 500
ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.
 Δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·
οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.

 Μῆνα δὲ Ληναιῶνα, κάκ᾽ ἤματα, βουδόρα πάντα,
τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτ᾽ ἐπὶ γαῖαν 505
πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,
ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ
ἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη·
πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας
οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ 510
ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.
θῆρες δὲ φρίσσουσ᾽, οὐρὰς δ᾽ ὑπὸ μέζε᾽ ἔθεντο,
τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν
ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.
καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει· 515
καί τε δι᾽ αἶγα ἄησι τανύτριχα· πώεα δ᾽ οὔ τι,
οὕνεκ᾽ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν
ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν.
καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,
ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει 520
οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης·
εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπ᾽ ἐλαίῳ
χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου
ἤματι χειμερίῳ, ὅτ᾽ ἀνόστεος ὃν πόδα τένδει
ἔν τ᾽ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν. 525
οὐδέ οἱ
[1] ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·

  1. Hermann : οὐ γάρ οἱ, MSS.
40