Page:LuciansTrueHistory (Hickes).djvu/156

From Wikisource
Jump to navigation Jump to search
This page does not need to be proofread.
108
ΑΛΗΘΟΥΣ ΙΣΤΟΡΙΑΣ. A. 39.

δώνιον συνεμίξαμεν πολλῇ βοῇ χρώμενοι. ἀντήχει δὲ τὸ κύτος ὥσπερ τὰ σπήλαια. τρεψάμενοι δ᾽ αὐτοὺς ἅτε γυμνήτας ὄντας καὶ καταδιώξαντες ἐς τὴν ὕλην τὸ λοιπὸν ἐπεκρατοῦμεν τῆς γῆς.

39. καὶ μετ᾿ οὐ πολὺ κήρυκας ἀποστ τείλαντες νεκρούς ἀνῃροῦντο καὶ τε περὶ φιλίας διελέγοντο. ἡμῖν δὲ οὐκ ἐδόκει σπένδεσθαι, ἀλλὰ τῇ ὑστεραίᾳ χωρήσαντες ἐπ᾿ αὐτοὺς πάντας ἄρδην ἐξεκόψαμεν πλὴν τῶν Τριτωνομευδήτων. οὗτοι δὲ ὡς εἶδον τὰ γιγνόμενα, διαδράντες ἐκ τῶν βραγχίων ἀφῆκαν αὑτοὺς ἐς τὴν θάλατταν. ἡμεῖς δὲ τὴν χώραν ἐπελθόν τες ἔρημον ἤδη οὖσαν τῶν πολεμίων τὸ λοιπὸν ἀδεῶς κατῳκοῦμεν τὰ πολλὰ γυμ-