Page:LuciansTrueHistory (Hickes).djvu/50

From Wikisource
Jump to navigation Jump to search
This page does not need to be proofread.
14
ΑΛΗΘΟΥΣ ΙΣΤΟΡΙΑΣ. A.6.
6. Ἡμέραν μὲν οὖν καὶ νύκτα οἰρίῳ πλέοντες ἔτι τῆς γῆς ὑποφαινομένης οὐ σφόδρα βιαίως ἀνηγόμεθα, τῇ ἐπιούσῃ δὲ ἅμα ἡλίῳ ἀνατέλλοντι ὅ τε ἄνεμος ἐπεδίδου καὶ τὸ κῦμα ηὐξάνετο καὶ ζόφος ἐπεγίγνετο καὶ οὐκέτ᾽ οὐδὲ στεῖλαι τὴν ὀθόνην δυνατὸν ἦν. ἐπιτρέψαντες οὖν τῷ πνεύματι καὶ παραδόντες ἑαυτοὺς ἐχειμαζόμεθα ἡμέρας ἐννέα καὶ ἑβδομήκοντα, τῇ ὀγδοηκοστῇ δὲ ἄφνω ἐκλάμψαντος ἡλίου καθορῶμεν οὐ πόρρω νῆσον ὑψηλὴν καὶ δασεῖαν, οὐ τραχεῖ περιηχουμένην τῷ κύματι· καὶ γὰρ ἤδη τὸ πολὺ τῆς ζάλης κατεπέπαυτο. προσοχόντες οὖν καὶ ἀποβάντες ὡς ἂν ἐκ μακρᾶς ταλαι πωρίας πολὺν μὲν ἐπὶ τῆς γῆς χρόνον ἐκείμεθα, διαναστάντες δὲ ὅμως ἀπεκρίνα-