Page:LuciansTrueHistory (Hickes).djvu/58

From Wikisource
Jump to navigation Jump to search
This page does not need to be proofread.
18
ΑΛΗΘΟΥΣ ΙΣΤΟΡΙΑΣ. A.7.

πολύ, ὥστε ἐνιαχοῦ καὶ ναυσίπορον εἶναι δύνασθαι. ἐπῄει οὖν ἡμῖν πολὺ μᾶλλον πιστεύειν τῷ ἐπὶ τῆς στήλης ἐπιγράμματι ὁρῶσι τὰ σημεῖα τῆς Διονύσου ἐπιδημίας. δόξαν δέ μοι καὶ ὅθεν ἄρχεται ὁ ποταμὸς καταμαθεῖν, ἀνῄειν παρὰ τὸ ῥεῦμα, καὶ πηγὴν μὲν οὐδεμίαν εὗρον αὐτοῦ, πολλάς δὲ καὶ μεγάλας ἀμπέλους, πλήρεις βοτρύων, παρὰ δὲ τὴν ῥίζαν ἑκάστην ἀπέρρει σταγὼν οἴνου διαυγοῖς, ἀφ᾽ ὧν ἐγίνετο ὁ ποταμὸς. ἦν δὲ καὶ ἰχθῦς ἐν αὐτῷ πολλοὺς ἰδεῖν, οἴνῳ μάλιστα καὶ τὴν χρόαν καὶ τὴν γεῦσιν προσεοικότας· ἡμεῖς γοῦν ἀγρεύσαν τες αὐτῶν τινας καὶ ἐμφαγόντες ἐμεθύσθη μεν· ἀμέλει καὶ ἀνατεμόντες αὐτοὺς εὑρίσ κομεν τρυγὸς μεστούς. ὕστερον μέντοι