Page:LuciansTrueHistory (Hickes).djvu/66

From Wikisource
Jump to navigation Jump to search
This page does not need to be proofread.
24
ΑΛΗΘΟΥΣ ΙΣΤΟΡΙΑΣ. A.10.

τὴν ὀμπελομιξίαν. καὶ δὴ λαβίντες ἀμ Φορέας τινὰς καὶ ὑδρευσάμενοί τε ἅμα καὶ ἐκ τοῦ ποταμοῦ οἰνισάμενοι καὶ αὐτοῦ πλησίον ἐπὶ τῆς ἠϊόνος αὐλισάμενοι ἕωθεν ἀνήχθημεν οὐ σφόδρα βιαίῳ πνεύματι περὶ μεσημβρίαν δὲ οὐκέτι τῆς νήσου φαινομένης ἄφνω τυφὼν ἐπιγενόμενος καὶ περιδινήσας τὴν ναῦν καὶ μετεωρίσας ὅσον ἐπὶ σταδίους τρισχιλίους οὐκέτι καθῆκεν εἰς τὸ πέλαγος, ἀλλ᾿ ἄνω μετέωρον ἐξαπηρτημένην ἄνεμος ἐμπεσὼν τοῖς ἱστίοις ἔφερε κυρτώσας τὴν ὀθόνην.

10. Ἑπτὰ δὲ ἡμέρας καὶ τὰς ἴσας νύκτας ἀεροδρομήσαντες ὀγδόῃ καθορῶμεν γῆν τινα μεγάλην ἐν τῷ ἀέρι καθάπερ νῆσον, λαμπρὰν καὶ σφαιροειδῆ καὶ φωτὶ