Page:LuciansTrueHistory (Hickes).djvu/80

From Wikisource
Jump to navigation Jump to search
This page does not need to be proofread.
38
ΑΛΗΘΟΥΣ ΙΣΤΟΡΙΑΣ. A.14, 15.

μὲν ἑπτακισμύριοι, Ἱππογέρανοι δὲ πεντα κισχίλιοι. τούτους ἐγὼ οὐκ ἐθεασάμην· οὐ γὰρ ἀφίκοντο. διόπερ οὐδὲ γράψαι τὰς φύσεις αὐτῶν ἐτόλμησα. τεράστια γὰρ καὶ ἄπιστα περὶ αὐτῶν ἐλέγοντο.

14. Αὕτη μὲν ἡ τοῦ Ἐνδυμίωνος δύναμις ἦν. σκευὴ δὲ πάντων ἡ αὐτή· κράνη μὲν ἀπὸ τῶν κυάμων˙ μεγάλοι γὰρ παρ' αὐτοῖς οἱ κύαμοι καὶ καρτεροί θώρακες δὲ φολιδωτοὶ πάντες θέρμινοι· τὰ γὰρ λέπη τῶν θέρμων συρράπτοντες ποιοῦνται θώρακας· ἄρρηκτον δ᾽ ἐκεῖ γίγνεται τοῦ θέρμου τὸ λέπος ὥσπερ κέρας· ἀσπίδες δὲ καὶ ξίφη οἷα τὰ Ἑλληνικά.

15. Ἐπειδὴ δὲ καιρὸς ἦν, ἐτάξαντο ὧδε·τὸ μὲν δεξιὸν κέρας εἶχον οἱ Ἱππόγυποι