Page:Philological Museum v2.djvu/601

From Wikisource
Jump to navigation Jump to search
This page needs to be proofread.
Simplicius de Cœlo.
591

COD. C. C. C. Fol. 1 r. Ὁ δὲ θεῖος Ιάμβλιχος τὸν σκοπὸν περὶ τοῦ οὐρανίου καὶ θείου σώματος ἐν τούτοις ποιησάμενον περιλα- βεῖν· καὶ φησὶ καὶ τὴν περὶ τοῦ κόσμου ὅλου θεωρίαν ὡς περιεχομενην ἐν αὐτῇ κατ᾽ οὐσίαν καὶ δουλεύουσαν αὐτῇ πρὸς ἐργασίαν γενέσεως· οὐ μὴν ἀλλὰ καὶ περὶ τῶν στοιχείων καὶ τῶν ἐν τοῖς στοιχείοις ἐνυπαρχουσῆς δυνάμεως. ἐπειδὴ τὰ τοιαῦτα ἀπ᾿ οὐρανοῦ εἴρηται καὶ τῶν κατ᾿ αὐτὸν περι- όντων. Συριανὸς δὲ ὁ μέγας καὶ οἱ μετ᾿ αὐτῷ ἀκολουθοῦντες αὐτῷ περὶ τοῦ κυρίως οὐρανοῦ τουτέστι αἰδίου καὶ κυκλοφο- ρητικοῦ σώματος τὴν πραγματείαν εἶναι φασίν· εἰς τὴν ἐπιγραφὴν ὡς ἔοικεν ἀποβλέποντες· καὶ οὐκ ἀποδεχόμενοι περὶ κόσμου καὶ τῶν ἁπλῶν τοῦ κόσμου σωμάτων λέγοντα τὸν σκοπόν. 591 Fol. 2 r. ᾿Αμέλει καὶ Νικόλαος ὁ Περιπατητικὸς εἴτι μέμνημαι περὶ τοῦ παντὸς ἐπιγράψας περὶ πάντων τῶν ἐν τῷ κόσμῳ κατ᾿ εἴδη ποιεῖται τὸν λόγον· ἀλλὰ καὶ αὐτὸς Αριστοτέλης ἐν τῷ τρίτῳ βυβλίῳ ταύτης τῆς πραγματείας περὶ τῶν ἐν αὐτῇ λεγομένων συνηρημένως ἐκθέμενος, καὶ ἐν τῷ τῶν Μετεωρολογικῶν προοιμίῳ οὐδετέρωθι περὶ κόσμου φασὶν εἰρηκέναι. Fol. 4 r. ᾿Επιστῆσαι δὲ ἄξιον ὅτι παρὰ τὸ σύνηθες ὁ Αριστοτέλης ταῖς Πυθαγορικαῖς ἐνδείξεσιν εἰς ἀπόδειξιν ἐχρή- σατο. Fol. 4 s. Ὁ δὲ θαυμαστὸς Πτολεμαῖος ἐν τῷ περὶ δια- στάσεως μονοβύβλῳ καλῶς ἀπέδειξεν ὅτι οὐκ εἰσὶ πλείονες τῶν τριῶν διαστάσεων. Fol. 5 s. αν ( Τούτων δὲ τῶν ὑποθέσεων καὶ Πλωτῖνος ἐν τῷ περὶ κόσμου ἐμνημόνευσε· βουληθεὶς γὰρ κατὰ Πλάτωνα ἀποδεῖξαι τὴν τοῦ οὐρανοῦ αϊδιότητα φησὶν· ᾿Αριστοτέλει μὲν γὰρ οὐδὲν ἂν πρᾶγμα εἴη εἴτις αὐτοῦ τὰς ὑποθέσεις τοῦ πέμπτου παραδέξεται σώματος ταύτας λέγων· ὅτι τού- των οὕτως ἐχουσῶν ἕπεται ἡ ἀϊδιότης ἡ κατ᾿ ἀριθμόν· καὶ Πλάτων δὲ ἄλλην ἔοικεν οὐσίαν ἀποδιδόναι τῷ οὐρανῷ εἰ γὰρ εἰδοποιὰ τὰ πέντε σχήματα τῶν πέντε σωμάτων νομίζει, καὶ τῷ δωδεκαέδρῳ διεζωγραγεῖσθαι κατὰ τὸν οὐρανὸν ὡρισ- μένον τὸ πᾶν φησὶν ἄλλῳ ὄντι παρὰ τὴν πυραμίδα, καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον καὶ τὸν κύβον δῆλον ὅτι καὶ κατ᾿ αὐτὸν ἄλλο τὴν οὐσίαν ἐστί· καὶ ὅτι Πλάτων πέντε εἶναι τὰ ἁπλᾶ σώματα νομίζει κατὰ τὰ πέντε σχήματα