Page:Queen Mab (Shelley).djvu/187

From Wikisource
Jump to navigation Jump to search
This page has been validated.
NOTES.
181

Ἀλλὰ δράκοντας ἀγρίους καλεῖτε καὶ παρδάλεις καὶ λέοντας, αυτοὶ δὲ μιαιφονεῖτε εἰς ὠμότητα καταλιπόντες ἐκείνοις οὐδέν. Ἐκείνοις μὲν γὰρ ο φόνος τροφὴ, ὑμῖν δὲ ὄψον ἐστίν.

*******

Ὅτι γὰρ οὐκ ἔστιν ἀνθρώπῳ κατὰ φύσιν τὸ σαρκοφαγεῖν, πρῶτον μὲν ἀπὸ τῶν σωμάτων δηλοῦται τῆς κατασκενῆς. Οὐδενὶ γὰρ ἔοικε τὸ ἀνθρώπου σῶμα των ἐπὶ σαρκοφαγίᾳ γεγονότων, οὐ γρυπότης χείλους, οὐκ ὀξύτης ὄνυχος, οὐ τραχύτης ὀδόντων πρόσεστιν, οὐ κοιλίας εὐτονία, καὶ πνεύματος θερμότης, τρέψαι καὶ κατεργάζασθαι δυνατὴ τὸ βαρὺ καὶ κρεῶδες. Ἀλλ᾽ αὐτόθεν ἡ φύσις τῇ λειότητι τῶν ὀδόντων, καὶ τῇ σμικρότητι τοῦ στόματος, καὶ τῇ μαλακότητι τῆς γλώσσης, καὶ τῇ πρὸς πέψιν ἀμβλύτητι τοῦ πνεύματος, ἐξόμνυται τὴν σαρκοφαγίαν. Ἐι δὲ λέγεις πεφυκέναι σεαυτὸν ἐπὶ τοιαύτην ἐδωδήν, ὃ Βούλει φαγεῖν, πρῶτον αὐτος ἀπόκτεινον· ἀλλ᾽ αὐτός, διὰ σεαυτοῦ, μὴ χρησάμενος κοπίδῃ, μηδὲ τυσανῳ μηδὲ πελέκει, ἀλλά ὡς λύκοι, καὶ ἄρκτοι, καὶ λέονες αὐτοὶ ὡσ ἐσθίουσι φονεύουσιν, ἄνελε δήγματι βοῦν, ἢ σώματι σῦν, ἢ ἄρνα ἢ λαγὼον διάῤῥηξον, καὶ φάγε προσπεσὼν ἔτι ζῶντος ὡς ἐκεῖνα.

*******

Ἡμεῖς δὲ οὕτως ἐν τῷ μιαιφόνῳ τρυφῶμεν, ὥστε ὄψον τὸ κρέας προσαγορεύομεν, εἶτα ὄψων πρὸς αὐτὸ τὸ κρέας δεόμεθα, ἀναμιγνύν τες ἔλαιον, οἶνον, μέλι, γάρον, ὄξως, ἡδύσμασι Συριακοῖς, Ἀῤῥαβικοῖς, ὥσπερ ὄντος νεκρὸν ἐνταφιάζοντες. Καὶ γὰρ ὅτως αὐτων διαλυθέντων καὶ μαλαχθέντων καὶ τρόπον τίνα κρεοσαπέντων ἔργον ἐστὶ τὴν πέψιν κρατῆσαι· καὶ διακρατηθείσης δὲ δεινὰς Βαρύτητας και νοσωδεις ἀπεψίας.

Οὕτω τὸ πρῶτον ἄγριόν τι ζῶον ἐβρώθη καὶ κακοῦργον, εἶτα ὄρνις τις ἢ ἰχθύς εἵλκυστο· καὶ γευσμενον οὕτω καὶ προμελετῆσαν εν ἐκείνοις τὸ νικὸν, ἐπὶ βοῦν ἐργάτην ἦλθε, καὶ τὸ κόσμιον πρόβατον, καὶ τὸν οἰκουρὸν ἀλεκτρυόνα· καὶ κατὰ μικρὸν οὕτω τὴν ἀπληστίαν τονώσαντες, ἐπὶ σφαγὰς ἀνθρώπων, καὶ φονους καὶ πολέμους προῆλθον[1].

Πλουτ. περὶ της σαρκοφαγίας.

  1. You apply the term wild to lions, panthers, and serpents, yet in your