Page:The Theatre of the Greeks, a Treatise on the History and Exhibition of the Greek Drama, with Various Supplements.djvu/385

From Wikisource
Jump to navigation Jump to search
This page needs to be proofread.
VOCABULARY OF THE DRAMA.
359

(Symbol missingGreek characters)

ταῦτα, ἐπιεικῶς δὲ αὐτὸ ποιοῦσιν οἳ κωµῳδοποιηταί, τραγικὸν δὲ οὐκ ἔστιν ἀλλ᾽ Εὐριπίδης αὐτὸ πεποίηκεν ἐν πολλοῖς δράµασιν. ἐν µέν γὲ τῇ Δανάῃ τὸν χορὸν τὰς γυναῖκας ὑπὲρ αὐτοῦ τι ποιήσας παράδειν, ἐκ- λαθόμενος, ὡς ἄνδρας λέγειν ἐποίησε τῷ σχήµατι τῆς λέξεως τὰς γυναῖκας. καὶ Σοφοκλῆς δὲ αὐτὸ ἐκ τῆς πρὸς ἐκεῖνον ἀμίλλης ποιεῖ σπανιάκις, ὥσπερ ἐν Ἱππόνω. τῆς μέντοι παραβάσεως τῆς κωµικῆς ἑπτὰ ἂν εἴη µέρη, κοµ- µάτιον, παράβασις, μακρόν, στροφή, ἐπίῤῥημα, ἀντίστροφος, ἀντεπίῤῥημα, ὧν τὸ μὲν κοµµάτιον, καταβολή τίς ἐστι βραχέος µέλους. ἡ δὲ παράβασις, ὡς τὸ πολὺ μὲν ἐν ἀναπαΐίστῳ µέτρῳ. εἰ δ οὖν καὶ ἐν ἄλλῳ, ὠνάπαιστα τὸ ἐπίκλην ἔχει. τὸ δὲ ὀνομαζόμενον μακρόν, ἐπὶ τῇ παραβάσει βραχὺ μελύ- δριόν ἐστιν, ἀπνευστὶ ἀδόμενον. τῇ δὲ στροφῇ ἐν κώλοις προασθείσῃ, τὸ ἐπίῤῥημα, ἐν τετραµέτροις ἐπάγεται. καὶ τῆς ἀντιστρόφου τῇ στροφῇ ἀντασ- θείσης, τὸ ἀντεπίῤῥημα τελευταῖον ὃν τῆς παραβάσεως, ἐστὶ τετράµετρα, οὐκ ἐλάττω τὸν ἀριθμὸν τοῦ ἐπιῤῥήματος.

Περὶ ὑποκριτῶν ἢ ὑποκρίσεως.

Ἐϊσὶ δὲ ἀπὸ τούτων καὶ ὑποκριταί, καὶ ὑπόκρισις, καὶ ἀντίκρισις, καὶ Ἠὑποκρίνασθαι τὰ ἰαμβεῖα, διαθέσθαι, σχηµατίσασθαι, ῥῆσιν ἀποτεῖναι, ῥῆσιν διαπεράνασθαι, εἷραι, συνεῖραι, ἀποτάδην, ἀπνευστί, ὑπορχήσασθαι, ἐνδείξασ- θαι, παρενδείξασθαι, νεῦσαι, χλευάσαι, µορφάσαι στιχομυθεῖν δὲ ἔλεγον, τὸ παρ᾽ ἓν ἰαμβεῖον ἀντιλέγειν. καὶ τὸ πρᾶγμα, στιχομυθίαν. Ἐϊποις ὃ ἄν, βαρύτονος ὑποκριτής, βομβών, περιβομβῶν, ληκυθίζων, λαρυγγίζων, Φαρυγ- γίζων. καὶ βαρύφωνος δέ, καὶ λεπτόφωνος, καὶ γυναικόφωνος, καὶ στρηνό- Φωνος, καὶ ὅσα ἄλλα ἐν τοῖς περὶ φωνῆς εἴρηται. ἀναζυγῶσαι δὲ τὸ φθέγμα ἔλεγον, καὶ καταπεπνῖχθαι τὸ Φθέγμα. καὶ ᾿Αριστοφάνης που φησὶ

φθέγξαι σὺ τὴν φωνὴν ἀναστοιχήσας ἄνω.

ὁ ὃ αὐτὸς

καὶ φθέγμα κεκράτηκεν.

Περὶ ὑποκριτῶν σκευῆς.

Καὶ σκευὴ μὲν ἡ τῶν ὑποκριτῶν, στολή. ἡ ὃ αὐτὴ καὶ σωµατιον ἐκαλεῖτο. σκευοποιὸς δέ, ὃ πρὀσωποποιό. καὶ ἔστιν εἰπεῖν, πρόσωπον, προσωπεῖον, προσωπίς, μορμολύκειον, γοργόνειον.

Περὶ ὑποδημάτων καὶ ἐσθήτων τραγικῶν καὶ κωμικών καὶ λοιπῆς σκευῆς.

Καὶ τὰ ὑποδήματα, κόθορνοι μὲν τὰ τραγικὰ καὶ ἐμβάδε. ἐμβάται δέ, τὰ κωμικά. καὶ ἐσθῆτες μὲν τραγικαί, ποικίλον (οὕτω γὰρ ἐκαλεῖτο ὁ χιτὼν) τὰ δὲ ἐπιβλήματα, ἔυστίς, βατραχίς, χλανίς, χλαμὺς διάχρυσος, χρυσόπαστος, Φοινικίο, τιάρα, καλύπτρα στατός, µίτρα, ἀγρηνόν' τὸ δ ἣν πλέγμα ἐξ ἐρίων δικτυώδες περὶ πᾶν τὸ σώμα, ὃ Τειρεσὶς ἐπεβάλλετο,