Page:The hymn of Cleanthes; Greek text tr. into English (IA hymnofcleanthesg00clearich).pdf/11

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

GREEK TEXT OF THE HYMN
7

5 μοῦνον, ὅσα ζώει τε καὶ ἕρπει θνήτ᾽ ἐπὶ γαῖαν.
τῷ σε καθυμνήσω, καὶ σὺν κράτος αἰὲν ἀείσω.
σοὶ δὴ πᾶς ὅδε κόσμος ἑλισσόμενος περὶ γαῖαν
πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται·
τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν
10 ἀμφήκη, πυρόεντα, ἀειζώοντα κεραυνόν.
τοῦ γὰρ ὑπὸ πληγῆς φύσεως πάντ᾽ ἐρρίγασιν,
ᾧ σὺ κατευθύνεις κοινὸν λόγον ὃς διὰ πάντων
φοιτᾷ, μιγνύμενος μεγάλους μικροῖς τε φάεσσιν,
ὡς τόσσος γεγαὼς, ὕπατος βασιλεὺς διὰ παντός.
15 οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθανὶ σοῦ δίχα, δαῖμον,
οὔτε κατ' αἰθέριον θεῖον πόλον οὔτ᾽ ἐνὶ πόντῳ,
πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέρῃσιν ἀνοίαις.
ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι,
καὶ κοσμεῖν τὰ ἄκοσμα, καὶ οὐ φίλα σοὶ φίλα ἐστίν.
20 ὧδε γὰρ εἰς ἕν ἅπαντα συνήρμοκας ἐσθλὰ κακοῖσιν,
ὥσθ᾽ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα,
ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσι
δύσμοροι, οἵ τ᾽ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες
οὔτ᾽ ἐσορῶσι θεοῦ κοινὸν νόμον, οὔτε κλύουσιν,
25 ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν,
αὐτοὶ δ᾽ αὖθ᾽ ὁρμῶσιν ἄνευ καλοῦ ἄλλος ἐπ᾽ ἄλλα.
οἱ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες,
οἱ δ᾽ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ,
ἄλλοι δ᾽ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα,
30 σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι,
ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀρχικέραυνε,
ἀνθρώπους ῥύσιο ἀπειροσύνης ἀπὸ λυγρῆς,
ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἀπο, δὸς δὲ κυρῆσαι
γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾷς,
35 ὄφρ᾽ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ
ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε
θνητὸν ἐόντ᾽, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον,
οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.