Atalanta in Calydon/Greek verse 1

From Wikisource
Jump to navigation Jump to search
3446962Atalanta in Calydon — Greek verseAlgernon Charles Swinburne

ᾤχεο δὴ Βορέηθεν ἀπότροποσ' ἀλλά σε Νύμφαι
ἤγαγον ἀσπασίαν ἡδύπνοοι καθ' ἅλα,
πληροῦσαι μέλιτος θεόθεν στόμα, μή τι Ποσειδῶν
βλάψῃ, ἐν ὠσὶν ἔχων σὴν μελίγηρυν ὄπα.
τοῖος ἀοιδὸς ἔφυς· ἡμεῖς δ' ἔτι κλαίομεν, οἵ σου
δευόμεθ' οἰχομένου, καί σε ποθοῦμεν ἀεί.
εἶπε δὲ Πιερίδων τις ἀναστρεφθεῖσα πρὸς ἄλλην·
ἦλθεν, ἰδοὺ, πάντων φίλτατος ἦλθε βροτῶν,
στέμματα δρεψάμενος νεοθηλέα χερσὶ γεραιαῖς,
καὶ πολιὸν δάφναις ἀμφεκάλυψε κάρα,
10
ἡδύ τι Σικελικαῖς ἐπὶ πηκτίσιν, ἡδύ τι χόρδαις,
ᾀσόμενος· πολλὴν γὰρ μετέβαλλε λύραν,
πολλάκι δ' ἐν βήσσαισι καθήμενον εὗρεν Ἀπόλλων,
ἄνθεσι δ' ἔστεψεν, τερπνὰ δ' ἔδωκε λέγειν,
Πᾶνα τ' ἀείμνηστόν τε Πίτυν Κόρυθόν τε δύσεδρον,
ἥν τ' ἐφίλησε θεὰν θνητὸς Ἁμαδρύαδα·
πόντου δ' ἐν μεγάροισιν ἐκοίμισε Κυμοδάμειαν,
τήν τ' Ἀγαμεμνονίαν παῖδ' ἀπέδωκε πατρὶ,
πρὸς δ' ἱεροὺς Δελφοὺς θεόπληκτον ἔπεμψεν Ὀρέστην,
τειρόμενον στυγεραῖς ἔνθα καὶ ἔνθα θεαῖς.
20