Atalanta in Calydon/Greek verse 2

From Wikisource
Jump to navigation Jump to search
3446964Atalanta in Calydon — Greek verseAlgernon Charles Swinburne

ᾤχεο δὴ καὶ ἄνευθε φίλων καὶ ἄνευθεν ἀοιδῆς,
δρεψόμενος μαλακῆς ἄνθεα Περσεφόνης.
ᾤχεο· κοὐκ ἔτ' ἔσει, κοὐκ αὖ ποτέ σοι παρεδοῦμαι
ἁζόμενος, χειρῶν χερσὶ θιγὼν ὁσίαις·
νῦν δ' αὖ μνησάμενον γλυκύπικρος ὑπήλυθεν αἰδὼς,
οἷα τυχὼν οἵου πρὸς σέθεν οἷος ἔχω·
οὔποτε σοῖς, γέρον, ὄμμα φίλοις φίλον ὄμμασι τέρψω,
σῆς, γέρον, ἁψάμενος, φίλτατε, δεξιτερᾶς.
ἦ ψαφαρὰ κόνις, ἦ ψαφαρὸς βιός ἐστι· τί τούτων
μεῖον ἐφημερίωνϗ?; οὐ κόνις ἀλλὰ βίος. 10
ἀλλά μοι ἡδύτερός γε πέλεις πολὺ τῶν ἔτ' ἐόντων,
ἔπλεο γάρ· σοὶ μὴν ταῦτα θανόντι φέρω,
παῦρα μὲν, ἀλλ' ἀπὸ κῆρος ἐτήτυμα· μηδ' ἀποτρεφθῇς,
πρὸς δὲ βαλὼν ἔτι νῦν ἥσυχον ὄμμα δέχου.
οὐ γὰρ ἔχω, μέγα δή τι θέλων, σέθεν ἄξια δοῦναι,
θαπτομένου περ ἀπών· οὐ γὰρ ἔνεστιν ἔμοι·
οὐδὲ μελικρήτου παρέχειν γάνος · εἰ γὰρ ἐνείη
καί σε χεροῖν ψαύσαι καί σέ ποτ' αὖθις ἰδεῖν,
δάκρυσί τε σπονδαῖς τε κάρα φίλον ἀμφιπολεύειν
ὀφθαλμούς θ' ἱεροὺς σοὺς ἱερόν τε δέμας. 20
εἴθ' ὄφελον· μάλα γὰρ τάδ' ἂν ἀμπαύσειε μερίμνης·
νῦν δὲ πρόσωθεν ἄνευ σήματος οἶκτον ἄγω·
οὐδ' ἐπιτυμβίδιον θρηνῶ μέλος, ἀλλ' ἀπαμυνθεὶς,
ἀλλ' ἀπάνευθεν ἔχων ἀμφιδακρυτὰ πάθη.
ἀλλὰ σὺ χαῖρε θανὼν, καὶ ἔχων γέρας ἴσθι πρὸς ἀνδρῶν
πρός τε θεῶν, ἐνέροις εἴ τις ἔπεστι θεός.
χαῖρε γέρον, φίλε χαῖρε πατὲρ, πολὺ φέρτατ' ἀοιδῶν
ὧν ἴδομεν, πολὺ δὴ φέρτατ' ἀεισομένων·
χαῖρε, καὶ ὄλβον ἔχοις, οἷόν γε θανόντες ἔχουσιν,
ἡσυχίαν ἔχθρας καὶ φιλότητος ἄτερ.30
σήματος οἰχομένου σοι μνήματ' ἐς ὕστερον ἔσται,
σοί τε φιλὴ μνήμη μνήματος οἰχομένου·

ὅν Χάριτες κλαίουσι θεαὶ, κλαίει δ' Αφροδίτη
καλλιχόροις Μουσῶν τερψαμένη στεφάνοις.
οὐ γὰρ ἅπαξ ἱερούς ποτε γῆρας ἔτριψεν ἀοιδούς·
τήνδε τὸ σὸν φαίνει μνῆμα τόδ' ἀγλαΐαν.
ἦ φίλος ἧς μακάρεσσι βροτὸς, σοὶ δ' εἴ τινι Νύμφαι
δῶρα ποθεινὰ νέμειν, ὕστατα δῶρ', ἔδοσαν.
τὰς νῦν χάλκεος ὕπνος ἔβη καὶ ἀνήνεμος αἰὼν,
καὶ συνθαπτομέναι μοῖραν ἔχουσι μίαν. 40
εὒδεις καὶ σὺ, καλὸν καὶ ἀγάκλυτον ἐν χθονὶ κοίλῃ
ὕπνον ἐφικόμενος, σῆς ἀπόνοσφι πάτρας,
τῆλε παρὰ ξανθοῦ Τυρσηνικὸν οἶδμα καθεύδεις
νάματος, ἡ δ' ἔτι σὴ μαῖά σε γαῖα ποθεῖ,
ἀλλ' ἀπέχεις, καὶ πρόσθε φιλόπτολις ὤν περ ἀπεῖπας·
εὕδε· μάκαρ δ' ἡμῖν οὐδ' ἀμέγαρτος ἔσει.
βαιὸς ἐπιχθονίων γε χρόνος καὶ μοῖρα κρατήσει,
τοὺς δέ ποτ' εὐφροσύνη τοὺς δέ ποτ' ἄλγος ἔχει·
πολλάκι δ' ἢ βλάπτει φάος ἢ σκότος ἀμφικαλύπτει
μυρομένους, δάκνει δ' ὕπνος ἐγρηγορότας· 50
οὐδ' ἔθ' ὅτ' ἐν τύμβοισι κατέδραθεν ὄμμα θανόντων
ἢ σκότος ἤ τι φάος δήξεται ἠελίου·
οὐδ' ὄναρ ἐννύχιον καὶ ἐνύπνιον οὐδ' ὕπαρ ἔσται
ἤ ποτε τερπομένοις ἤ ποτ' ὀδυρομένοις·
ἀλλ' ἕνα πάντες ἀεὶ θᾶκον συνέχουσι καὶ ἕδραν
ἀντι βροτῆς ἄβροτον, κάλλιμον ἄντι κακῆς.